18 Νοεμβρίου 2012

Περί άφρονος πλουσίου

Ευαγγέλιο Κυριακής: Λουκ. ιβ΄ 16-21

Εἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην· ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα· καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων· τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου; καὶ εἶπε· τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα τὰ γενήματά μου καὶ τὰ ἀγαθά μου, καὶ ἐρῶ τῇ ψυχῇ μου· ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου. εἶπε δὲ αὐτῷ ὁ Θεός· ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας τίνι ἔσται; οὕτως ὁ θησαυρίζων ἑαυτῷ, καὶ μὴ εἰς Θεὸν πλουτῶν. ταῦτα λέγων ἐφώνει· ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.

Αν μας θυμίζει κάτι μην ταραζόμαστε, ας συνεχίσουμε τον ύπνο του δικαίου. Για άλλους τα έλεγε.

Δεν υπάρχουν σχόλια: